Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 9.118 Hdt. 9.119 (English) >>Hdt. 9.120

ch. 119 9.119.1 Ὀιόβαζον μέν νυν ἐκφεύγοντα ἐς τὴν Θρηίκην Θρήικες Ἀψίνθιοι λαβόντες ἔθυσαν Πλειστώρῳ ἐπιχωρίῳ θεῷ τρόπῳ τῷ σφετέρῳ, τοὺς δὲ μετʼ ἐκείνου ἄλλῳ τρόπῳ ἐφόνευσαν. 9.119.2 οἱ δὲ ἀμφὶ τὸν Ἀρταΰκτην ὕστεροι ὁρμηθέντες φεύγειν, καὶ ὡς κατελαμβάνοντο ὀλίγον ἐόντες ὑπὲρ Αἰγὸς ποταμῶν, ἀλεξόμενοι χρόνον ἐπὶ συχνὸν οἱ μὲν ἀπέθανον οἱ δὲ ζῶντες ἐλάμφθησαν. καὶ συνδήσαντες σφέας οἱ Ἕλληνες ἦγον ἐς Σηστόν, μετʼ αὐτῶν δὲ καὶ Ἀρταΰκτην δεδεμένον αὐτόν τε καὶ τὸν παῖδα αὐτοῦ.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 9.118 Hdt. 9.119 (English) >>Hdt. 9.120

Powered by PhiloLogic